Against Demosthenes
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
τὸν δὲ κατάπτυστον τοῦτον καὶ Σκύθην — ἐξάγομαι γάρ —, ὃν οὐχ εἷς ἀνὴρ ἀλλὰ πᾶσʼ ἡ ἐξ Ἀρείου πάγου βουλὴ ζητήσασʼ ἀποπέφαγκε χρήματʼ ἔχειν καθʼ ὑμῶν, καὶ ὃς ἀποπέφανται μισθαρνῶν καὶ δωροδοκῶν κατὰ τῆς πόλεως καὶ ταῦτʼ ἐξελήλεγκται, τοῦτον οὐ τιμωρησάμενοι παράδειγμα ποιήσετε τοῖς ἄλλοις; ὃς οὐκ ἐκ τῶν βασιλικῶν μόνον εἰληφὼς χρυσίον φανερός ἐστιν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πόλεως κεχρηματισμένος· ὁ νῦν οὐδὲ τῶν ὑφʼ Ἁρπάλου κομισθέντων χρημάτων εἰς τὴν πόλιν ἀποσχόμενος.
καίτοι τί μέρος ἐστὶ τῶν ὑπὸ Τιμοθέου πεπραγμένων ἀγαθῶν ἃς Δημοσθένης ἐπρέσβευσεν εἰς Θήβας πρεσβείας; ἢ τίς οὐκ ἂν καταγελάσειεν ὑμῶν τῶν τούτου[*](τούτου Reiske: τοῦτο codd.) τολμώντων ἀκούειν, ἀντιθεὶς ἐφʼ αἷς οὗτος σεμνύνεται πράξεσιν ἐκείνας ἃς Τιμόθεος ὑμᾶς καὶ Κόνων εὐεργέτησαν; ἀλλὰ γὰρ οὐ πρὸς τοῦτο τὸ κάθαρμα παραβάλλειν δεῖ τοὺς ἄξια καὶ τῆς πόλεως καὶ τῶν προγόνων ὑπὲρ ὑμῶν πράξαντας. παρασχόμενος οὖν τὸ ψήφισμα τὸ Τιμοθέῳ γενόμενον πάλιν ἐπὶ τοὺς περὶ τούτου λόγους βαδιοῦμαι. λέγε.