Against Demosthenes
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
Ψήφισμα[*](Ψήφισμα om. NA.)
ὁ τοιοῦτος, ὦ Δημόσθενες, πολίτης, ὃς δικαίως ἂν καὶ συγγνώμης καὶ χάριτος ἐτύγχανε παρὰ τῶν ἐν ἐκείνοις τοῖς χρόνοις συμπεπολιτευμένων, οὐ λόγοις ἀλλʼ ἔργοις μεγάλα τὴν πόλιν ἀγαθὰ ποιήσας, καὶ διαμείνας ἐπὶ τῆς αὐτῆς[*](αὐτῆς add. Cobet.) πολιτείας καὶ οὐκ ἄνω καὶ κάτω μεταβαλόμενος ὥσπερ σύ, ἐτελεύτησεν οὐ τηλικαύτας τὸν δῆμον αἰτήσας δωρεὰς ὥστε τῶν νόμων εἶναι κρείττων, οὐδʼ οἰόμενος δεῖν τοὺς ὀμωμοκότας κατὰ τοὺς νόμους οἴσειν τὴν ψῆφον ἄλλο τι προὐργιαίτερον ποιεῖσθαι τῆς εὐσεβείας, ἀλλʼ ὑπομένων καὶ κρίνεσθαι,[*](Post κρίνεσθαι lacunam indicavit Blass: κατακρίνεσθαι Wolf.) εἰ δόξειε τοῖς δικασταῖς, καὶ οὐ καιροὺς λέγων, οὐδʼ ἕτερα φρονῶν καὶ δημηγορῶν.
οὐκ ἀποκτενεῖτε, ἄνδρες Ἀθηναῖοι, τὸν μιαρὸν τοῦτον ἄνθρωπον, ὃς πρὸς ἑτέροις πολλοῖς καὶ μεγάλοις ἁμαρτήμασι καὶ τὴν Θηβαίων πόλιν περιεῖδεν ἀνάστατον γενομένην, τριακόσια τάλαντα λαβὼν εἰς τὴν ἐκείνων σωτηρίαν παρὰ τοῦ Περσῶν βασιλέως, καὶ Ἀρκάδων ἡκόντων εἰς Ἰσθμὸν καὶ τὴν μὲν παρʼ Ἀντιπάτρου πρεσβείαν ἄπρακτον ἀποστειλάντων, τὴν δὲ παρὰ Θηβαίων τῶν ταλαιπώρων προσδεξαμένων, οἳ κατὰ θάλατταν μόλις ἀφίκοντο πρὸς ἐκείνους, ἱκετηρίαν ἔχοντες καὶ κηρύκεια συμπεπλεγμένα, ὡς ἔφασαν, ἐκ τῶν θαλλῶν,