On the Choreutes

Antiphon

Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

τὸ τελευταῖον, ὦ Ζεῦ καὶ θεοὶ πάντες, Φιλοκράτης αὐτὸς οὑτοσὶ ἐν τῷ βουλευτηρίῳ ἐναντίον τῆς βουλῆς, ἑστὼς μετʼ ἐμοῦ ἐπὶ τοῦ βήματος, ἁπτόμενος ἐμοῦ διελέγετο, ὀνόματι οὗτος[*](οὗτος Ν: ὁ τοιοῦτος Α.) ἐμὲ προσαγορεύων, καὶ ἐγὼ τοῦτον, ὥστε δεινὸν δόξαι εἶναι τῇ βουλῇ, ἐπειδὴ ἐπύθετο προειρημένον μοι εἴργεσθαι τῶν νομίμων ὑπὸ τούτων, οὓς ἑώρων[*](ἑώρων Ν: ἑώρα Α.) μοι τῇ προτεραίᾳ[*](προτεραίᾳ Baiter et Sauppe:προτέρᾳ codd.) συνόντας καὶ διαλεγομένους.

σκέψασθε δὲ καί μοι μνήσθητε, ὦ ἄνδρες· ταῦτα γὰρ οὐ μόνον μάρτυσιν ὑμῖν ἀποδείξω, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν ἔργων ἃ τούτοις πέπρακται, ῥᾳδίως γνώσεσθε ὅτι ἀληθῆ λέγω. καὶ πρῶτον ἃ τοῦ βασιλέως κατηγοροῦσι καὶ διὰ τὴν ἐμὴν σπουδὴν οὔ φασιν ἐθέλειν αὐτὸν ἀπογράφεσθαι τὴν δίκην, τοῦτο δὴ[*](δὴ Baiter: δὲ codd.) κατʼ αὐτῶν τούτων ἔσται τεκμήριον ὅτι οὐκ ἀληθῆ λέγουσιν.