On the Choreutes

Antiphon

Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

ἔδει μὲν γὰρ τὸν βασιλέα, ἐπειδὴ ἀπεγράψατο, τρεῖς προδικασίας[*](προδικασίας A pr.:προδιαδικασίας A corr. N.) ποιῆσαι ἐν τρισὶ μησί, τὴν δίκην δʼ εἰσάγειν τετάρτῳ μηνί, ὥσπερ νυνί· τῆς δʼ ἀρχῆς αὐτῷ λοιποὶ δύο μῆνες ἦσαν, Θαργηλιὼν καὶ Σκιροφοριών. καὶ οὔτʼ εἰσάγειν δήπου οἷός τʼ ἂν ἦν ἐφʼ ἑαυτοῦ, οὔτε[*](οὔτε Reiske: οὐδὲ codd.) παραδοῦναι φόνου δίκην[*](δίκην om. Α.) ἔξεστιν, οὐδὲ παρέδωκεν οὐδεὶς πώποτε βασιλεὺς ἐν τῇ γῇ ταύτῃ. ἥντινα οὖν μήτε εἰσάγειν μήτε παραδοῦναι ἐξῆν αὐτῷ, οὐδʼ ἀπογράφεσθαι ἠξίου παρὰ τοὺς ὑμετέρους νόμους.

καὶ ὅτι οὐκ ἠδίκει[*](ἠδίκει Reiske: ἀδικεῖ codd.) αὐτούς, μέγιστον σημεῖον· Φιλοκράτης γὰρ οὑτοσὶ ἑτέρους τῶν ὑπευθύνων ἔσειε καὶ ἐσυκοφάντει, τούτου δὲ τοῦ βασιλέως, ὅν φασι δεινὰ καὶ σχέτλια εἰργάσθαι, οὐκ ἦλθε κατηγορήσων εἰς τὰς εὐθύνας. καίτοι τί ἂν ὑμῖν μεῖζον τούτου τεκμήριον ἀποδείξαιμι, ὅτι οὐκ ἠδικεῖτο οὔθʼ ὑπʼ ἐμοῦ οὔθʼ ὑπʼ ἐκείνου;