On the Choreutes
Antiphon
Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
ἐπειδὴ δὲ αὐτοῖς ὁ βασιλεὺς τούς τε νόμους ἀνέγνω, καὶ χρόνους ἐπέδειξεν ὅτι[*](ὅτι Dobree: τί codd.) οὐκ ἐγχωροίη ἀπογράψασθαι καὶ τὰς κλήσεις καλεῖσθαι ὅσας ἔδει, καὶ ἐγὼ τοὺς ταῦτα μηχανωμένους εἰσάγων εἰς τὸ δικαστήριον εἷλον ἅπαντας, καὶ ἐτιμήθη αὐτοῖς ὧν ὑμεῖς ἐπίστασθε, καὶ οὗτοι ὧν ἕνεκα ἐλάμβανον χρήματα οὐδὲν αὐτοῖς οἷόι τε ἦσαν ὠφελῆσαι, τότε δὴ προσιόντες αὐτῷ τʼ ἐμοὶ καὶ τοῖς φίλοις ἐδέοντο διαλλαγῆναι, καὶ δίκην ἕτοιμοι ἦσαν διδόναι τῶν ἡμαρτημένων.
καὶ ἐγὼ πεισθεὶς ὑπὸ τῶν φίλων διηλλάγην τούτοις ἐν τῇ πόλει[*](ἐν τῇ πόλει]; ἐν Διιπολείοις Scheibe, coll. Harpocratione, s.v.Διιπόλεια.) ἐναντίον μαρτύρων, οἵπερ διήλλαττον ἡμᾶς πρὸς τῷ νεῷ τῆς Ἀθηνᾶς· καὶ μετὰ τοῦτο συνῆσάν μοι καὶ διελέγοντο ἐν τοῖς ἱεροῖς, ἐν τῇ ἀγορᾷ, ἐν τῇ ἐμῇ οἰκίᾳ, ἐν τῇ σφετέρᾳ αὐτῶν[*](ἐν τῇ σφ. αὐτῶν Α: καὶ ἐν σφ. ἑαυτῶν Ν.) καὶ ἑτέρωθι πανταχοῦ.