Against the Stepmother for Poisoning

Antiphon

Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

οἱ δʼ ἐπιβουλευόμενοι οὐδὲν ἴσασι, πρίν γʼ ἤδη ἐν αὐτῷ ὦσι τῷ κακῷ καὶ γιγνώσκωσι τὸν ὄλεθρον ἐν ᾧ εἰσί. τότε δέ, ἐὰν μὲν δύνωνται καὶ φθάνωσι πρὶν ἀποθανεῖν, καὶ φίλους καὶ ἀναγκαίους τοὺς σφετέρους αὐτῶν[*](αὐτῶν add. Hirschig.) καλοῦσι καὶ μαρτύρονται, καὶ λέγουσιν αὐτοῖς ὑφʼ ὧν ἀπόλλυνται, καὶ ἐπισκήπτουσι τιμωρῆσαι σφίσιν αὐτοῖς ἠδικημένοις·