Against the Stepmother for Poisoning
Antiphon
Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
θαυμάζω δὲ ἔγωγε τῆς τόλμης τοῦ ἀδελφοῦ καὶ τῆς διανοίας, τὸ διομόσασθαι ὑπὲρ τῆς μητρὸς εὖ εἰδέναι μὴ πεποιηκυῖαν[*](πεποιηκυῖαν Cobet: πεποιηκέναι codd.) ταῦτα. πῶς γὰρ ἄν τις εὖ εἰδείη οἷς μὴ παρεγένετο αὐτός; οὐ γὰρ δήπου μαρτύρων γʼ ἐναντίον οἱ ἐπιβουλεύοντες τοὺς θανάτους τοῖς πέλας μηχανῶνταί τε καὶ παρασκευάζουσιν, ἀλλʼ ὡς μάλιστα δύνανται λαθραιότατα καὶ ὡς ἀνθρώπων μηδένα εἰδέναι·