Against the Stepmother for Poisoning
Antiphon
Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
ἃ κἀμοὶ παιδὶ ὄντι ὁ πατήρ, τὴν ἀθλίαν καὶ τελευταίαν νόσον νοσῶν, ἐπέσκηπτεν. ἐὰν δὲ τούτων ἁμαρτάνωσι, γράμματα γράφουσι, καὶ οἰκέτας τοὺς σφετέρους αὐτῶν ἐπικαλοῦνται μάρτυρας, καὶ δηλοῦσιν ὑφʼ ὧν ἀπόλλυνται.[*](ἀπόλλυνται Bekker: ἂν ἀπολοῦνται A pr. N,ἀπόλωνται Α) κἀκεῖνος ἐμοὶ νέῳ ἔτι ὄντι ταῦτα ἐδήλωσε καὶ ἐπέστειλεν, ὦ ἄνδρες, οὐ τοῖς ἑαυτοῦ δούλοις.