Epistolae

Aeschines

Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.

ΑΙΣΧΙΝΗΣ ΤΗΙ ΒΟΥΛΗΙ KAΙ ΤΩΙ ΔΗΜΩΙ.

Οἱ μὲν ἄλλοι πάντες, ὅσοι φεύγουσιν ἀδίκως, ἢ δέονται τῶν πολιτῶν, ὅπως ἐπανέλθωσιν, ἢ διαμαρτόντες τούτου λοιδοροῦσι τὰς ἑαυτῶν πατρίδας, ὡς φαύλως αὐτοῖς προσφερομένας· ἐγὼ δὲ ἐπείπερ ἅπαξ ἀναξίως ὡν ἐπολιτευσάμην ήτύχησα, καὶ κατηγορῶν ἄλλων αὐτὸς ἑάλων, ἄχθομαι μέν, ὥσπερ εἰκός ἐστιν, ἀγανακτῶ δὲ οὐδέν.

οὐ γὰρ οὕτως ἔγωγε ήλίθιός εἶμι, ὥστε, ἐξ ἧς πόλεως Θεμιστοκλῆς ὁ τὴν Ἐλλάδα ἐλευθερώσας ἐξηλάθη, καὶ ὅπου Μιλτιάδης, ὅτι μικρὸν ῶφειλε τῷ δημοσίῳ, γέρων ὢν ἐν τῷ δεσμωτηρίῳ ἀπέθανε, ταύτῃ τῇ πόλει Αἰσχίνην τὸν Ἀτρομήτου φεύγοντα ἀγανακτεῖν οἴεσθαι δεῖν, εἴ τι τῶν εἰωθότων Ἀθήνησιν ἔπαθεν.

ἀλλʼ ἔγωγε καὶ λαμπρὸν εἰκότως μοι νομίσαιμιʼ ἂν αὐτὸ γενέσθαι, τὸ μετʼ ἐκείνων ἐν ἀδοξίᾳ παρὰ τοῖς ἔπειτα ἀνθρώποις καὶ ἄξιος τοῦ ὄμοια παθεῖν ἐκείνοις γεγονέναι.