Epistolae

Aeschines

Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.

Ἐπεὶ δοκεῖ σοι πυνθάνεσθαι περὶ Κλεοκράτους, ὅστις ἐστὶν ὁ Κλεοκράτης, ἄκουε· παύσῃ γὰρ οὐ προῖκαʼ πολυπραγμονῶν, οὐδʼ ἄπει πρὶν μακρᾶς ἀκοῦσαι διηγήσεως. τὸ μὲν γὰρ γένος ἐστὶν ἀπάντων ἀνδρῶν Ἐλλήνων οὐκ ἐν ἀφανεστάτοις, Ἀρίφρονα τὸν ἐκ Δαμαγήτου εἴ που πυνθάνοιο, ὅν που καὶ ὁ μέγας αἴρει Πίνδαρος. ἀλλʼ ὅπως μὴ γέλωτα ὀφλισκάνῃς ζητῶν, ὅστις ἐστὶν ὁ Πίνδαρος.

τουτὶ μὲν γὰρ οἶμαι ὅτι καὶ παρὰ Μαντίᾳ τῷ γραμματιστῇ ἄμα ἐμοί ποτε ἔμαθες τὸ γράμμα· καὶ εἰ μηδενὸς ἔτι τῶν παρὰ Μαντίᾳ μνημονεύεις, ἐν γοῦν ταῖς ἐκκλησίαις Μελανώπου ἑκάστοτε ἀκούεις λέγοντος, ὡ ταὶ λιπαραὶ καὶ ἀοίδιμοι ἁλιάδος ἔρεισμʼ Ἀθᾶναι;

καὶ ὅτι Πινδάρου τοῦ Θηβαίου τὸ ἔπος τοῦτό ἐστι, λέγοντος, καὶ ὅτι ἐζημίωσκν αὐτὸν Θη βαῖοι τοῦτο ποιήσαντα τὸ ἔπος, οἷ δὲ ἡμέτεροι πρόγονοι διπλῆν αὐτῷ τὴν ζημίαν ἀπέδοσαν μετὰ τοῦ καὶ εἰκόνι χαλκῇ τιμῆσαι· καὶ ἥν αὕτη καὶ εἰς ἡμᾶς ἔτι, πρὸ τῆς βασιλείου στοᾶς καθήμενος ἐνδύματι καὶ λύρᾳ ὁ Πίνδαρος, διάδημα ἔχων καὶ ἐπὶ τῶν γονάτων

ἀνειλιγμένον βιβλίον.