Epistolae

Aeschines

Aeschines. Aeschinis. Orationes. Blass, Friedrich, editor. Leipzig: Teubner, 1896.

καὶ ὅσα μὲν εἰς ἐμὲ ἀπόντα ἐβλασφήμεις, σοὶ μὲν ἴσως φέροι ἄν τινα εκότως καὶ φθόνον καὶ μῖσος, ὥσπερ ἂν εἴ τινα τῶν τεθνεώτων ἐπιβάλλοιο βλασφημεῖν, ἐν οὕτω χρηστῇ τε καὶ φιλανθρώπῳ πόλει· ἐγὼ δὲ οὐκ ἄν διὰ ταῦτα φαυλότερος νομισθείην, ὑπὸ σοῦ λοιδορούμενος ἀπών, ἀτυχέστερος μέντοι καὶ ἐλεεινότερος ἴσω, ...ποτὲ μὲν οὐδενὸς ἥττων, νυνὶ δὲ οὐδεμίαν ὑπὲρ αὐτοῦ φωνὴν ἐκπέμπειν, ἀλλʼ οὐδὲ ἀκούειν λοιδορούμενος δύναμαι.

τὸ δὲ γέροντα ἐπιεικῆ ὑβρίζεσθαι, μηδεμίαν ἔτι ἐλπίδα ἔχοντα τοῦ δυνήσεσθαί ποτε ἀμύνασθαι, ὅς γε τὴν σήμπασαν ἐλπίδα ἐφʼ ἡμῖν ἀκμὴν ἔχει τοῖς μηδʼ αὐτοὺς σῴζειν ἔτι δυναμένοις, πῶς οὐκ αἰσχρόν ἐστιν; ἀλλὰ μὴ πρὸς τοῦ Διός, μὴ σύ γε, ὧ Κτησιφῶν, μηδὲ εἰ τὰ μάλιστα ἡμᾶς ἀνιᾶν ἔτι βούλει, καὶ εἰ μὴ πεπλήρωκέ σε μηδὲν τῶν ἡμετέρων κακῶν,

μίασμα τοῦτο προσθῇς σαυτῷ τε καὶ τοῖς παισίν, οὕς τρέφεις βοηθοὺς ἔσεσθαι δηλονότι τῷ γήρᾳ σου προσδοκῶν. καὶ μέμνησο, ὅτι οὐδὲ Αἰσχίνης εἰς τοῦτό ποτε ἀφίξεσθαι

ἤλπισεν, οὐδʼ ἀλλοί πολλοὶ καὶ ἔτι μᾶλλον ἀκμάσαντες ἐν τῇ ἑαυτῶν πόλει καὶ πολὑ λαμπρότεροι ἐμοῦ τε καὶ σοῦ γενόμενοι.