Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀντία θηρὸς ἴασι φαλαγγηδὸν κλονέοντες.
  2. ἡ δʼ ὅμαδον προλιποῦσα καὶ ἀνέρας ἰθὺς ὀρούει,
  3. γυμνὸν ὅπου λεύσσει πεδίον πολύ· κεῖθεν ἔπειτα
  4. ἑξείης κατὰ νῶτον ἐγειρόμενος λόχος ἀνδρῶν
  5. κλαγγηδὸν παταγοῦσιν, ἐπʼ ὀφρύα μηρίνθοιο
  6. σευόμενοι καὶ δεῖμα πολύχροον· ἡ δέ τʼ ἀνιγρὴ
  7. ἀμφίβολος μάλα πάμπαν ἀτυζομένη πεφόρηται·
  8. πάντα δʼ ὁμοῦ δείδοικε, λόχον, κτύπον, αὐλόν, ἀϋτήν,
  9. δειμαλέην μήρινθον· ἐπεὶ κελάδοντος ἀήτεω
  10. ταινίαι τʼ ἐφύπερθε διηέριαι κραδάουσι
  11. κινύμεναι πτέρυγές τε λιγήϊα συρίζουσι.
  12. τοὔνεκα παπταίνουσα κατʼ ἄρκυος ἀντίον ἕρπει,
  13. ἐν δʼ ἔπεσεν λινέοισι λόχοις· τοὶ δʼ ἐγγὺς ἐόντες
  14. ἀκρόλινοι θρώσκουσι καὶ ἐγκονέοντες ὕπερθε
  15. σπαρτόδετον τανύουσι περίδρομον· ἄλλο δʼ ἐπʼ ἄλλῳ
  16. νηήσαντο λίνον· μάλα γὰρ τότε θυμαίνουσιν
  17. ἄρκτοι καὶ γενύεσσι καὶ ἀργαλέαις παλάμῃσι·
  18. δηθάκι δʼ ἐξαυτῆς φύγον ἀνέρας ἀγρευτῆρας
  19. δίκτυά τʼ ἐξήλυξαν, ἀΐστωσαν δέ τε θήρην.
  20. ἀλλὰ τότε κρατερός τις ἀνὴρ παλάμην ἐπέδησεν