Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δίκτυά τʼ ἀμπετάσαντο καὶ ἄρκυας ἀμφεβάλοντο·
  2. ἐν δὲ δύω κλῖναν δοιαῖς ἑκάτερθε κεραίαις
  3. ἀνέρας ἀκρολίνους ὑπὸ[*](ἐπὶ in lit. BK.) μειλινέοισι πάγοισιν.[*](πάγαισι B de Ballu.)
  4. ἐκ δʼ αὐτῶν κεράων τε καὶ αἰζηῶν πυλαωρῶν
  5. λαιῇ μὲν μήρινθον ἐΰστροφον ἐκτανύουσι
  6. μηκεδανήν, λινέην, ὀλίγον γαίης ἐφύπερθεν,
  7. ὅσσον ἐπʼ ὀμφαλὸν ἀνδρὸς ἱκανέμεναι στροφάλιγγα·
  8. τῆς ἀπὸ μὲν κρέμαται περιδαίδαλα παμφανόωντα
  9. ἄνθεα ταινιῶν πουλύχροα, δείματα θηρῶν,
  10. ἐκ δʼ ἄρʼ ἀπήρτηται πτίλα μυρία παμφανόωντα,
  11. οἰωνῶν τε διηερίων περικαλλέα ταρσὰ
  12. γυπάων πολιῶν τε κύκνων δολιχῶν τε πελαργῶν.
  13. δεξιτερῇ δὲ λόχους ὑπὸ ῥωγάσιν[*](ῥωπάσιν A3, in lit. M.) ἐστήσαντο,
  14. ἢ χλοεροῖς πετάλοισι θοῶς πυκάσαντο μέλαθρα,
  15. τυτθὸν ἀπʼ ἀλλήλων, πίσυρας δʼ ἐκάλυψαν ἑκάστῳ
  16. ἀνέρας, ὁρπήκεσσι πρόπαν δέμας ἀμφιβαλόντες.
  17. αὐτὰρ ἐπὴν κατὰ κόσμον ἐπαρτέα πάντα πέλωνται,
  18. σάλπιγξ μὲν κελάδησε πελώριον, ἡ δέ τε λόχμης
  19. ὀξὺ λέληκε θοροῦσα καὶ ὀξὺ δέδορκε λακοῦσα·
  20. αἰζηοὶ δʼ ἐπόρουσαν ἀολλέες, ἐκ δʼ ἑκάτερθεν