Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἄρκτου δεξιτερήν, χήρωσέ τε πᾶσαν ἐρωήν,
  2. δῆσέ τʼ ἐπισταμένως, τάνυσέν τε ποτὶ ξύλα θῆρα,
  3. καὶ πάλιν ἐγκατέκλεισε δρυὸς πεύκης τε μελάθρῳ,
  4. πυκνῇσι στροφάλιγξιν ἑὸν δέμας ἀσκήσασαν.
  5. χρειὼ δὲ σκοπέλου μὲν ἀνάντεος ἠδὲ πάγοιο
  6. σεύεσθαι προθέοντα ποδώκεα φῦλα λαγωῶν,
  7. πρὸς δὲ κάταντα σοφῇσι προμηθείῃσιν ἐλαύνειν·
  8. αὐτίκα γὰρ σκύλακάς τε καὶ ἀνέρας ἀθρήσαντες
  9. πρὸς λόφον ἰθύνουσιν· ἐπεὶ μάλα γιγνώσκουσιν,
  10. ὅττι πάροιθεν ἔασιν ὀλιζότεροι πόδες αὐτοῖς.
  11. τοὔνεκα ῥηΐδιοι πτώκεσσι πέλουσι κολῶναι,
  12. ῥηΐδιοι πτώκεσσι, δυσάντεες ἱππελάτῃσι.
  13. ναὶ μὴν ἀτραπιτοῖο πολυστιβίην ἀλεείνειν
  14. καὶ πάτον, ἐν δʼ ἄρα τῇσι γεωμορίῃσιν ἐλαύνειν·
  15. κουφότεροι γὰρ ἔασι τρίβῳ καὶ ποσσὶν ἐλαφροὶ
  16. ῥεῖά τʼ ἐπιθρώσκουσιν· ἀρηρομένῃ δʼ ἐνὶ γαίῃ
  17. καὶ θέρεος βαρύθουσι πόδες καὶ χείματος ὥρῃ
  18. ἄχρις ἐπισφυρίων ὀλοὴν κρηπῖδα φέρουσιν.
  19. ἤν ποτʼ ἐλῇς δόρκον δέ, φυλάσσεο μὴ μετὰ πολλὸν
  20. ἐκτάδιον δολιχόν τε δρόμον καί τέρμα πόνοιο