Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. θηρσὶ φιλακρήτοισιν ἐμήσατο πορδαλίεσσι.
  2. πίδακα λεξάμενοι Λιβύης ἀνὰ διψάδα γαῖαν,
  3. ἥ τʼ ὀλίγη μάλα πολλὸν ἀνυδρότατον κατὰ χῶρον
  4. ἀπροφάτως ἀΐδηλον ἀνασταλάει μέλαν ὕδωρ,
  5. οὐδὲ πρόσω χεῖται κελαρύσμασιν, ἀλλὰ μάλʼ αἰνῶς
  6. βλύζει τε σταδίη τε μένει ψαμάθοισί τε δύνει·
  7. ἔνθεν πορδαλίων γένος ἄγριον εἶσι μετʼ ἠὼ
  8. πιόμενον· τοὶ δʼ αἶψα κατὰ κνέφας ὁρμηθέντες
  9. ἀγρευτῆρες ἄγουσιν ἐείκοσιν ἀμφιφορῆας
  10. οἴνου νηδυμίοιο, τὸν ἑνδεκάτῳ λυκάβαντι
  11. θλῖψε τις οἰνοπέδῃσι φυτηκομίῃσι μεμηλώς·
  12. ὕδατι δʼ ἐγκέρασαν λαρὸν μέθυ καὶ προλιπόντες
  13. πίδακα πορφυρέην οὐ τηλόθεν εὐνάζονται,
  14. προπροκαλυψάμενοι δέμας ἄλκιμον ἢ σισύρῃσιν
  15. ἢ αὐτοῖσι λίνοισιν· ἐπεὶ σκέπας οὔ τι δύνανται
  16. εὑρέμεν οὔτε λίθων οὔτʼ ἠϋκόμων ἀπὸ δένδρων·
  17. πᾶσα γὰρ ἐκτέταται ψαφαρὴ καὶ ἀδένδρεος αἶα.
  18. τὰς δʼ ἄρα σειριόεντος ὑπʼ ἠελίοιο τυπείσας
  19. ἀμφότερον δίψη τε φίλη τʼ ἐκάλεσσεν ἀϋτμή·
  20. πίδακι δʼ ἐμπέλασαν Βρομιώτιδι καὶ μέγα χανδὸν