Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. λάπτουσιν Διόνυσον, ἐπʼ ἀλλήλῃσι δὲ πᾶσαι
  2. σκιρτεῦσιν μὲν πρῶτα χοροιτυπέουσιν ὁμοῖαι,
  3. εἶτα δέμας βαρύθουσι, προσώπατα δʼ ἐς χθόνα δῖαν
  4. ἠρέμα νευστάζουσι κάτω· μετέπειτα δὲ πάσας
  5. κῶμα βιησάμενον χαμάδις βάλεν ἄλλυδις ἄλλην.
  6. ὡς δʼ ὁπότʼ εἰλαπίνῃσιν ἀφυσσάμενοι κρητήρων
  7. ἥλικες εἰσέτι παῖδες, ἔτι χνοάοντες ἰούλους,
  8. λαρὸν ἀείδωσι, προκαλιζόμενοι μετὰ δεῖπνον
  9. ἀλλήλους ἑκάτερθεν ἀμοιβαδίοισι κυπέλλοις,
  10. ὀψὲ δʼ ἐλώφησαν· τοὺς δʼ ἔρριφεν ἄλλον ἐπʼ ἄλλῳ
  11. καὶ φρεσὶ καὶ βλεφάροισιν ἐπιβρῖσαν μένος οἴνου·
  12. ὣς κεῖναι μάλα θῆρες ἐπʼ ἀλλήλῃσι χυθεῖσαι
  13. νόσφι πόνου κρατεροῖσιν[*](κρατεροῖο MSS.: corr. G. Hermann.) ὑπʼ ἀγρευτῆρσι γένοντο.
  14. Ἄρκτοισιν δὲ πονεῦσι κλυτὴν περιώσιον ἄγρην
  15. Τίγριν ὅσοι ναίουσι καὶ Ἀρμενίην κλυτότοξον.
  16. πουλὺς ὄχλος βαίνουσι τανύσκια βένθεα δρυμῶν,
  17. ἴδριες αὐτολύτοις[*](αὐτολύτοις Schneider: αὐτολύγοις MSS. vulg.: αὖτ’ ὀλίγοι Tüselmann coll. Paraphr. p. 42. 30 βραχεῖς δὲ αὐτῶν· αὗτ’ ὀλίγοις A2KLM.) σὺν ἐϋρίνεσσι κύνεσσιν,
  18. ἴχνια μαστεύσοντʼ[*](μαστεύσοντ’] dual for plural.) ὀλοῶν πουλύπλανα[*](πολυπλανέα MSS.: corr. Schneider.) θηρῶν.
  19. ἀλλʼ ὁπότʼ ἀθρήσωσι κύνες σημήϊα ταρσῶν,
  20. ἕσπονται στιβέας τε ποδηγετέουσιν ὁμαρτῇ,