Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. αἶψα δʼ ἀνηΰτησαν· ἰὼ μάκαρ, ὦ Διόνυσε,
  2. ἅπτε σέλας φλογερὸν πατρώϊον, ἂν δʼ ἐλέλιξον
  3. γαῖαν, ἀταρτηροῦ δʼ ὄπασον τίσιν ὦκα τυράννου·
  4. θὲς δὲ παρὰ σκοπιῇσι, πυρίσπορε, Πενθέα ταῦρον,
  5. ταῦρον μὲν Πενθῆα δυσώνυμον, ἄμμε δὲ θῆρας
  6. ὠμοβόρους, ὀλοοῖσι κορυσσομένας ὀνύχεσσιν,
  7. ὄφρα μιν, ὦ Διόνυσε, διὰ στόμα δαιτρεύσωμεν.
  8. ὣς φάσαν εὐχόμεναι· τάχα δʼ ἔκλυε Νύσιος ἀρῆς.
  9. Πενθέα μὲν δὴ ταῦρον ἐδείξατο φοίνιον ὄμμα,
  10. αὐχένα τʼ ᾐώρησε, κέρας τʼ ἀνέτειλε μετώπου·
  11. ταῖσι δὲ γλαυκιόωσαν ἐθήκατο θηρὸς ὀπωπήν,
  12. καὶ γένυας θώρηξε, κατέγραψεν δʼ ἐπὶ νώτου
  13. ῥινὸν ὅπως νεβροῖσι, καὶ ἄγρια θήκατο φῦλα.
  14. αἱ δὲ θεοῦ βουλῇσιν ἀμειψάμεναι χρόα καλὸν
  15. πορδάλιες Πενθῆα παρὰ σκοπέλοισι δάσαντο.
  16. τοιάδʼ ἀείδοιμεν, τοῖα φρεσὶ πιστεύοιμεν·
  17. ὅσσα Κιθαιρῶνος δὲ κατὰ πτύχας ἔργα γυναικῶν,
  18. ἢ μυσαρὰς κείνας, τὰς ἀλλοτρίας Διονύσου,
  19. μητέρας οὐχ ὁσίως ψευδηγορέουσιν ἀοιδοί.
  20. Θηροφόνος δέ τις ὧδε πάγην ἑτάροισι σὺν ἄλλοις