Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καὶ μελεϊστὶ τάμεν νέκυας δʼ ἔρριψεν ἔραζε,
  2. αὖτις δʼ ἅψεα χερσὶν ἐϋσταλέως συνέβαλλεν,
  3. οἱ δʼ ἄφαρ ἔζωον χλοεροῦ θʼ ἅπτοντο νομοῖο.
  4. ἤδη καὶ θιάσοισιν ἐμέμβλετο καὶ κατὰ πᾶσαν
  5. γαῖαν ἐκίδνατο δῶρα Θυωναίου Διονύσου.
  6. πάντῃ δὲ θνητοῖς ἀρετὴν πωλέσκετο φαίνων·
  7. ὀψὲ δὲ καὶ Θήβης ἐπεβήσατο καὶ πυρίπαιδι
  8. πᾶσαι ὑπηντίασαν Καδμηΐδες· αὐτὰρ ὁ μάργος
  9. Πενθεὺς οὐχὶ δετὰς παλάμας ἔδεεν Διονύσου,
  10. καὶ θεὸν αὐτοφόνοισιν ἀπείλεε χερσὶ δαΐξαι,
  11. οὐ Τυρίου Κάδμοιο καταιδόμενος τρίχα λευκήν,
  12. οὐδὲ κυλινδομένην οἷσι πρὸ πόδεσσιν Ἀγαύην·
  13. σύρειν δʼ αἰνομόροισιν ἐβώστρεεν οἷς ἑτάροισι,
  14. σύρειν τε κλείειν τε, χορόν τʼ ἐλάασκε γυναικῶν.
  15. οἱ μέν νυν Βρόμιον Πενθηϊάδαι φυλακῆες
  16. δεσμοῖσιν δοκέοντο σιδηρείοισιν ἄγεσθαι
  17. ἄλλοι Καδμεῖοί τε· θεοῦ δʼ οὐχ ἅπτετο δεσμά·
  18. παχνώθη δὲ κέαρ θιασώτισι, πάντα δʼ ἔραζε
  19. ῥῖψαν ἀπὸ κροτάφων στεφανώματα θύσθλα τε χειρῶν·
  20. πάσαις δʼ ἐστάλαον Βρομιώτισι δάκρυ παρειαί·