Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καὶ δή οἱ χλοερὴ μὲν ἐπήνθεε σέλμασι μῖλαξ,
  2. πρύμνην δʼ ὡραίη ἕλινος[*](σέλινος (-ον GI) MSS.: corr. Brodaeus.) καὶ κισσὸς ἔρεπτον·
  3. καί κεν ὑπὲρ πόντοιο κυβίστεον ἀσπαλιῆες
  4. δείματι δαιμονίῳ πεπτηότες, ἀλλὰ πάροιθεν
  5. ἐς γαῖαν δόρυ κέλσε· πρὸς Εὐβοίην δὲ γυναῖκες
  6. ἠδʼ ἐπʼ Ἀρισταίοιο θεὸν κατάγοντο φέρουσαι,
  7. ὅσθʼ ὕπατον μὲν ἔναιεν ὄρος[*](ὄρος Editor: ὄρει MSS.) Καρύῃσιν[*](Καρύῃσιν Editor: καὶ ῥύησιν CDEF: καὶ ῥοιῆσιν AB: καὶ ῥοῆσιν GLM: κεράεσσιν Turnebus.) ὑπʼ ἄντρῳ,[*](ἄντρῳ: ἄντρου MSS.)
  8. μυρία δʼ ἄγραυλον βιοτὴν ἐδιδάξατο φωτῶν·
  9. πρῶτος ποιμένιον[*](ποιμένιον Schneider: ποιμενίων MSS.) ἱδρύσατο, πρῶτος ἐκεῖνος
  10. καρποὺς ἀγριάδος λιπαρῆς ἔθλιψεν ἐλαίης,
  11. καὶ ταμίσῳ πρῶτος γάλα πήξατο, καὶ ποτὶ σίμβλους
  12. ἐκ δρυὸς ἀείρας ἀγανὰς ἐνέκλεισε μελίσσας.
  13. ὃς τότε καὶ Διόνυσον ἑῷ νεογιλὸν ὑπʼ ἄντρῳ
  14. Ἰνώης ἔθρεψε δεδεγμένος ἐκ χηλοῖο,
  15. σὺν Δρυάσιν δʼ ἀτίτηλε μελισσοκόμοισί τε Νύμφαις
  16. Εὐβοΐσιν τε κόρῃσι καὶ Ἀονίῃσι γυναιξίν.
  17. ἤδη κουρίζων δʼ ἑτέραις μετὰ παισὶν ἄθυρε·
  18. νάρθηκα προταμὼν στυφελὰς οὐτάζετο πέτρας,
  19. αἱ δὲ θεῷ μέθυ λάρον ἀνέβλυσαν ὠτειλάων.
  20. ἄλλοτε δʼ ἀρνειοὺς αὐτῇς ἐδάϊξε δορῇσι