Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἄρκυας ἀσσυτέροις ἐπιδειμάμενοι σταλίκεσσι·
  2. τόσσον δʼ αὖθʼ ἑκάτερθεν ἐπιπρονένευκε κεραίη,
  3. ὅσσον ἐπημύει κέρας ἀρτιτόκοιο σελήνης.
  4. τρισσοὶ δʼ αὖ λοχόωσι λίνων ἔπι θηρητῆρες,
  5. εἷς μέσατος, δοιοὶ δʼ ἄρʼ ἐπʼ ἀκροτάτοισι κορύμβοις,
  6. ὁππόσον ἐκ μεσάτοιο γεγωνότος ἀμφοτέροισιν
  7. εἰσαΐειν ἑκάτερθε διπλῶν ἀκρόπτερα φωτῶν.
  8. οἱ δʼ ἄλλοι στήσαντο νόμῳ πολέμοιο δαφοινοῦ,
  9. φρυκτοὺς αὐσταλέους πυριλαμπέας ἀμφὶς ἔχοντες·
  10. ἀνδρῶν δʼ αὐτὸς ἕκαστος ἔχει σάκος ἐν χερὶ λαιῇ,
  11. ἁ̓σπίδος ἐν πατάγῳ θηρσὶν μέγα δεῖμα δαφοινοῖς·
  12. δεξιτερῇ δὲ φέρει πεύκης ἄπο δαιόμενον πῦρ·
  13. ἔξοχα γὰρ δείδοικε πυρὸς μένος ἠΰκομος λῖς,
  14. οὐδʼ ἐσιδεῖν τέτληκεν ἀταρμύκτοισιν ὀπωπαῖς.
  15. οἱ δʼ ὁπότʼ ἀθρήσωσι λεόντων ἄλκιμον ἦτορ,
  16. πάντες ὁμῶς ἱππῆες ἐπέσσυθεν, ἀμφὶ δὲ πεζοὶ
  17. ἕσπονται παταγεῦντες, ἀϋτὴ δʼ αἰθέρʼ ἱκάνει.
  18. θῆρες δʼ οὐ μίμνουσιν, ἐπιστροφάδην δὲ νέονται
  19. θυμὸν ὀδὰξ πρίοντες, ἀμυνέμεν οὐκ ἐθέλοντες.
  20. ὡς δʼ ἰχθῦς ἀνὰ νύκτα δολόφρονες ἀσπαλιῆες