Cynegetica
Oppian of Apamea
Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- πρὸς βόλον ἰθύνουσι θοαῖς ἀκάτοισι φέροντες
- λαμπομένας δαΐδας· τοὶ δὲ τρείουσιν ἰδόντες
- ἔλλοπες, οὐδὲ μένουσιν ἑλισσομένην ἀμαρυγήν·
- ὣς καὶ θῆρες ἄνακτες ἐπιμύουσιν ὀπωπάς.
- καὶ τότε δειδιότες κτύπον ἀνδρῶν καὶ φλόγα πυρσῶν
- αὐτόματοι πλεκτῇσι λίνων λαγόνεσσι πέλασσαν.
- ἔστι δέ τις θήρης τρίτατος νόμος Αἰθιοπήων
- ἀκάματος, μέγα θαῦμα· τὸ δʼ ἀνέρες ἀλκήεντες
- Αἴθοπες ἠνορέῃ πίσυνοι πίσυρες τελέουσι.[*](τελέθουσι MSS.)
- πλεκτὰ σάκη τεύχουσιν ἐϋστρέπτοισι λύγοισι
- καρτερὰ καὶ πλευρῇσι περίδρομα, κὰδ δὲ βοείας
- ἀζαλέας τανύουσιν ἐπʼ ἀσπίσιν ὀμφαλοέσσαις
- ἄλκαρ ἔμεν τʼ ὀνύχων βριαρῶν γενύων τε δαφοινῶν·
- αὐτοὶ δʼ οἰὸς ἄωτα πρόπαν δέμας ἀμφιέσαντο,
- σφιγξάμενοι καθύπερθεν ἐπασσυτέροις τελαμῶσι·
- καὶ κόρυθες κρύπτουσι καρήατα· μοῦνα δʼ ἀθρήσαις
- χείλεά τε ῥῖνάς τε καὶ ὄμματα μαρμαίροντα.
- ἄντα δὲ θηρὸς ἴασιν ἀολλέες,[*](ἀολλέες: vv. ll. ἄμ’ ὁρμαῖς, ἅμα ῥώμαις. ) εὐκελάδοισι
- μάστιξιν θαμινῇσι διʼ ἠέρος αἰθύσσοντες·
- αὐτὰρ ὅ γε σπήλυγγος ὑπεκπροθορὼν ἀλίαστος