Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὡς ἐπὶ βυσσὸν ἵκανεν ἀνωΐστοιο βερέθρου·
  2. παντόσε δινεῖται δὲ παλίσσυτος αἰὲν ὀρούων,
  3. ὁπποῖος περὶ νύσσαν ἀεθλοφόρος θοὸς ἵππος,
  4. ἀγχόμενος παλάμῃσι καὶ ἡνιόχοιο χαλινῷ.
  5. οἱ δʼ ἄρʼ ἀπὸ σκοπιῆς τηλαυγέος ἀθρήσαντες
  6. ἀγρευτῆρες ὄρουσαν, ἐριτμήτοισι δʼ ἱμᾶσι
  7. δησάμενοι καθιᾶσιν ἐΰστροφα τυκτὰ μέλαθρα,
  8. ὀπταλέον κἀκεῖσε δόλον κρύψαντες ἐδωδῆς·
  9. αὐτὰρ ὅ γʼ ἐκ βόθροιο δοκεύμενος αὐτίκʼ ἀλύξειν
  10. ἔνθὁ??ʼε καγχαλόων· παρὰ δʼ οὐκέτι νόστος ἕτοιμος·
  11. ὧδε μὲν ἀμφὶ χυτὴν Λιβύων πολυδίψιον αἶαν.
  12. αὐτὰρ ἐϋρρείταο παρʼ ὄχθαις Εὐφρήταο
  13. ἵππους μὲν χαροποὺς μεγαλήτορας ἀρτύνονται
  14. θήρειον ποτὶ μῶλον· ἐπεὶ χαροποὶ γεγάασι
  15. κραιπνότατοι θείειν καὶ ἀναιδέες ἶφι μάχεσθαι
  16. καὶ μοῦνοι τετλᾶσι λεόντων ἀντία βρυχήν·
  17. οἱ δʼ ἄλλοι τρειουσι καὶ ἀγκλίνουσιν ὀπωπάς,
  18. δειμαίνοντες ἄνακτος ἑοῦ πυριλαμπέα κανθόν,
  19. ὣς ἐφάμην καὶ πρόσθεν ἐν ἱππαλέοισιν ἀοιδαῖς.
  20. πεζοὶ δʼ ἐκτανύσαντο λίνοιο περίδρομον ἕρκος,