Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἐνδιάει, μέγα δεῖμα βοῶν αὐτῶν τε νομήων·
  2. θηρὸς δʼ αὖ μετέπειτα πελώριον ὠπήσαντο
  3. ἴχνεσι τριβομένοισιν ἀταρπιτόν, ᾗ ἔνι πολλὸς
  4. λαρὸν πιόμενος ποταμηπόρος ἰθὺς ὁδεύει.
  5. ἔνθʼ ἤτοι βόθρον μὲν ἐΰδρομον ἀμφὶς ὄρυξαν,
  6. εὐρὺν καὶ περίμετρον· ἀτὰρ μεσάτῃ ἐνὶ τάφρῳ
  7. κίονα δειμάσθην μέγαν, ὄρθιον, ὑψικόλωνον·
  8. τοῦ δʼ ἄπο μὲν κρεμάσαντο μετήορον αὖ ἐρύσαντες
  9. ἀρνειὸν νεογιλὸν ὑπʼ ἀρτιτόκοιο τεκούσης·
  10. ἔκτοθε δʼ αὖ βόθροιο περίτροχον ἐστεφάνωσαν
  11. αἱμασιήν, πυκάσαντες ἐπασσυτέροις μυλάκεσσιν,
  12. ὄφρα κε μὴ πελάσας δολερὸν χάος ἀθρήσειε·
  13. καί ῥʼ ὁ μὲν ὑψικρεμὴς ὑπομάζιος ἀμνὸς ἀϋτεῖ·
  14. τοῦ δέ τε πειναλέην κραδίην ἐπάταξεν ἰωή·
  15. μαιόμενος δʼ ἴθυσε, φίλον κεχαρημένος ἦτορ,
  16. ἴχνος ἐπισπέρχων βληχῆς ἠδʼ ἔνθα καὶ ἔνθα
  17. παπταίνων πυρόεν· τάχα δʼ ἤλυθεν ἄγχι δόλοιο,
  18. ἀμφί τε δινεῖται, κρατερὸς δέ ἑ λιμὸς ὀρίνει.
  19. αὐτίκα δʼ αἱμασιὴν μὲν ὑπέρθορε γαστρὶ πιθήσας,
  20. δέκτο δέ μιν χάος εὐρὺ περιστεφές, οὐδʼ ἐνόησεν,