Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μείονες ἢ κατʼ ἐκεῖνο δέμας, μεγάλοι περ ἐόντες.
  2. τῶν δʼ ἤτοι μεσσηγὺς ὑπεκπροθέει μεγάλη ῥίς,
  3. λεπτή τε σκολιή τε, προβοσκίδα τὴν καλέουσι.
  4. κείνη θηρὸς ἔφυ παλάμη· κείνῃ τὰ θέλουσι
  5. ῥηϊδίως ἔρδουσι. ποδῶν γε μὲν οὐκ ἴσα μέτρα·
  6. ὑψόθι γὰρ οἱ πρόσθε πολὺ πλέον ἀείρονται.
  7. ῥινὸς δʼ αὖτε δέμας δυσπαίπαλος ἀμφιβέβηκεν,
  8. ἄσχιστος κρατερός τε, τὸν οὔ κε μάλʼ οὐδὲ κραταιὸς
  9. θηκτὸς πανδαμάτωρ τε διατμήξειε σίδηρος.
  10. θυμὸς ἀπειρέσιος πέλεται κατὰ δάσκιον ὕλην
  11. ἄγριος· ἐν δὲ βροτοῖς τιθασὸς μερόπεσσι τʼ ἐνηής.
  12. ἐν μὲν ἄρα χλοερῇσι πολυκνήμοισί τε βήσσαις
  13. καὶ φηγοὺς κοτίνους τε καὶ ὑψικάρηνα γένεθλα
  14. φοινίκων πρόρριζα κατὰ χθονὸς ἐξετάνυσσεν,
  15. ἐγχρίμψας θηκτῇσιν ἀπειρεσίαις γενύεσσιν·
  16. ὁππότε δʼ ἐν μερόπων βριαρῇσι πέλει παλάμῃσι,
  17. λήθετο μὲν θυμοῖο, λίπεν δέ μιν ἄγριον ἦτορ·
  18. ἔτλη καὶ ζεύγλην καὶ χείλεσι δέκτο χαλινὰ
  19. καὶ παῖδας νώτοισι φέρει σημάντορας ἔργων.
  20. φήμη δʼ ὡς ἐλέφαντες ἐπʼ ἀλλήλοις λαλέουσι,