Cynegetica
Oppian of Apamea
Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ῥίζαι μὲν πρώτιστον ἀπὸ κρατὸς πεφύασιν
- ἐκ μεγάλου μεγάλαι, φηρῶν ἅτε· νέρθε δʼ ἔπειτα
- κρυπτόμεναι ῥινοῖσιν ὁμιλοῦσαι κροτάφοισιν
- ἐς γένυν ὠθεῦνται· γενύων δʼ ἀπογυμνωθεῖσαι
- ψευδέα τοῖς πολλοῖσι δόκησιν ὄπασσαν ὀδόντων.
- ναὶ μὴν ἄλλο βροτοῖσιν ἀριφραδὲς ἔπλετο σῆμα·
- πάντες γὰρ θήρεσσιν ἀκαμπέες εἰσὶν ὀδόντες,
- οὐδέ τέχναις εἴκουσιν, ἀμείλικτοι δὲ μένουσι·
- τοὺς σοφίῃ τεῦξαι κεραοξόος ἤν ἐθέλῃσιν
- εὐρέας, ἀντιλέγουσιν ἀπηλεγές· ἢν δὲ βιῶνται,
- ἄγνυνται καυληδὸν ἀπειθέες· ἐκ δὲ κεράων
- τόξα τε κυκλοτερῆ καὶ μυρία τεύχεται ἔργα·
- ὣς δὲ κεράατα κεῖνα, τά τοι καλέουσιν ὀδόντας,
- γνάμπτειν εὐρύνειν τʼ ἐλεφαντοτόμοις ὑποείκει.
- θηρσὶ δέ τοι μέγεθος μὲν ὅσον μήπω κατὰ γαίης
- ἄλλος θὴρ φορέει· φαίης κεν ἰδών ἐλέφαντα
- ἢ κορυφὴν ὄρεος παναπείριτον ἢ νέφος αἰνὸν
- χεῖμα φέρον δειλοῖσι βροτῶν ἐπὶ χέρσον ὁδεύειν.
- ἴφθιμον δὲ κάρηνον ἐπʼ οὔασι βαιοτέροισι,
- κοίλοισι, ξεστοῖς· ἀτὰρ ὀφθαλμοὶ τελέθουσι