Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. φθογγὴν ἐκ στομάτων μεροπηΐδα τονθρύζοντες·
  2. ἀλλʼ οὐ πᾶσιν ἀκουστὸς ἔφυ θήρειος ἀϋτή,
  3. κεῖνοι[*](κείνης Brodaeus.) δʼ εἰσαΐουσι μόνον τιθασεύτορες ἄνδρες.
  4. θαῦμα δὲ καὶ τόδʼ ἄκουσα, κραταιοτάτους ἐλέφαντας
  5. μαντικὸν ἐν στήθεσσιν ἔχειν κέαρ, ἀμφὶ δὲ θυμῷ
  6. γινώσκειν σφετέροιο μόρου παρεοῦσαν ἀνάγκην.
  7. οὐκ ἄρα τοι μούνοισιν ἐν ὀρνίθεσσιν ἔασι
  8. κύκνοι μαντιπόλοι γόον ὕστατον ἀείδοντες,
  9. ἀλλὰ καὶ ἐν θήρεσσιν ἑὴν θανάτοιο τελευτὴν
  10. φρασσάμενοι τόδε φῦλον ἰήλεμον ἐντύνουσι.
  11. Ῥινοκέρως δʼ ὄρυγος μὲν ἔφυ δέμας αἰθυκτῆρος
  12. οὐ πολλὸν μείζων, ὀλίγον δʼ ὑπὲρ ἄκρια ῥινὸς
  13. ἀντέλλει κέρας αἰνόν, ἀκαχμένον, ἄγριον ἆορ·
  14. κείνῳ μὲν χαλκόν τε διατρήσειεν ὀρούσας,
  15. οὐτήσας βριαρήν τε διατμήξειε χαράδρην.
  16. κεῖνος καὶ σθεναρῷ περ ἐφορμηθεὶς ἐλέφαντι
  17. πολλάκις ἐν κονίῃσι νέκυν τοιοῦτον ἔθηκεν.
  18. ἠρέμα δὲ ξανθοῖς ἐπὶ καλλικόμοισι μετώποις
  19. καὶ νώτῳ ῥαθάμιγγες ἐπήτριμα πορφύρουσι.
  20. πάντες δʼ ἄρρενές εἰσι καὶ οὔποτε θῆλυς ὁρᾶται·