Cynegetica
Oppian of Apamea
Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ῥεῖα γὰρ έν στέρνοισιν ὀλισθαίνουσιν ἀκωκαί·
- πολλόν δʼ αἷμα κελαινὸν ἀπʼ ὠτειλῶν ἑκάτερθεν
- ἐκχύμενον γλώσσῃσιν ἑὸν τάχα λιχμάζουσιν·
- οὐδὲ μὲν ἐκφυγέειν οὐδʼ ἱεμένοισι πάρεστιν·
- ἀλλήλους δʼ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισι.
- καί κέ τις ἀγρονόμων ἤ βουκόλος ἤ τις ἀροτρεύς,
- ἀμφιδύμοις νεκύεσσι παραὶ ποσὶν ἀντιβολήσας,
- ἄγρην εὐάντητον ἔχει μεγαθαμβέϊ θυμῷ.
- ἑξείης ἐνὶ θηρσὶ κερατοφόροισι γένεθλα
- ἀείδειν ἐπέοικεν ἀπειρεσίων ἐλεφάντων·
- κεῖνα γὰρ ἐν γενύεσσιν ὑπέρβια τεύχεα δοιά,
- εἴκελα χαυλιόδουσιν ἐπʼ οὐρανὸν ἀντέλλοντα,
- ἄλλοι μὲν πλήθους ὀλοοὺς ἐνέπουσιν ὀδόντας
- πλαζόμενοι, νῶϊν δὲ κεράατα μυθήσασθαι
- εὔαδεν· ὧδε γὰρ ἄμμι φύσις κεράων ἀγορεύει.
- σήματα δʼ οὐκ ἀΐδηλα διακριδὰ τεκμήρασθαι·
- θηρσὶ γὰρ ἐκφύσιες γενύων ἀπὸ τῶν ἐφύπερθεν
- ὅσσαι μὲν κερόεσσαι ἀνωφερὲς ἀΐσσουσιν·
- εἰ δὲ κάτω νεύοιεν, ἀτεχνῶς εἰσὶν ὀδόντες.
- κείνοισιν δὲ διπλοῖς ἐλεφαντείοις κεράεσσι