Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τοὺς πάντας μετέπειτα δαμασσαμένη προθελύμνους
  2. ἱππαλέη νοῦσος πρόλιπεν δύο, μητέρα μούνην
  3. καὶ μητρὸς φιλίης ὑπομάζιον εἰσέτι πῶλον.
  4. αὐτὰρ ἐπεὶ μέγας ἦν, πειρᾶτο σχέτλιος ἀνὴρ
  5. μητέρα παιδὸς ἑοῖο παρʼ ἀγκοίνῃσι βαλέσθαι.
  6. τοὺς δʼ ὡς οὖν ἐνόησεν ἀναινομένους φιλότητα
  7. καὶ γάμον ἀμφοτέροισιν ἀπώμοτον, αὐτίκʼ ἔπειτα
  8. αἰνὰ τιτυσκόμενος δολίην ἐπὶ μῆτιν ὕφαινεν,
  9. ἐλπόμενος καλέειν γένος ἵπποισιν παλίνορσον.
  10. ἄμφω μέν πρώτιστα καλύψατο βυσσοδομεύων
  11. ἄλλοισιν ῥινοῖς· μετέπειτα δὲ χρῖσεν ἐλαίῳ
  12. πᾶν δέμας εὐώδει, κηώδεϊ· ἔλπετο γάρ δὴ
  13. ὀδμὴν ἡγήτειραν ἀμαλδῦναι φιλότητος·
  14. καὶ λάθεν, ὦ μάκαρες, ῥέζων κακά· καὶ τετέλεστο
  15. ξεῖνος, ἀπόπτυστος θάλαμος, στυγερώτατος ἵπποις,
  16. οἶος ἐν ἀνθρώποισιν ἐνυμφεύθη προπάροιθε
  17. Καδμεῖος γάμος αἰνὸς ἀλήμονος Οἰδιπόδαο.
  18. οἱ δʼ ὅτε γυμνωθέντες ἑὴν ἄτην ἐνόησαν,
  19. λοξῇσίν τʼ ἄθρησαν ἀνιάζοντες ὀπωπαῖς
  20. ἡ μὲν ἄρα τλήμων ἄγονον γόνον, αὐτὰρ ὅ γʼ αἶψα