Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. αἰνόγαμος κακόλεκτρος ἀμήτορα μητέρα δειλήν,
  2. ὕψι μάλʼ ἠέρθησαν, ἀμείλιχα φυσιόωντες,
  3. δεσμά τʼ ἀπορρήξαντες ἴτην μεγάλα χρεμέθοντες,
  4. οἷα θεοὺς μάκαρας μαρτυρόμενοι κακότητος,
  5. ἀράς τʼ εὐχόμενοι πολυπήμονι νυμφευτῆρι·
  6. ὀψὲ δὲ μυρόμενοί τε καὶ ἄσχετον ἀΐσσοντες,
  7. ἀντιπέρην πέτρῃσιν ἑὰς κεφαλὰς ἐλόωντες,
  8. ὀστὰ συνηλοίησαν, ἐὸν δʼ ἀπὸ φέγγος ἄμερσαν
  9. αὐτοφόνοι, κλίναντες ἐπʼ ἀλλήλοισι κάρηνα.
  10. ὧδε φάτις προτέροις κλέος ἵπποισιν μέγʼ ἀείδει.
  11. ἵππων δʼ ὅσσα γένεθλʼ ἀτιτήλατο μυρίος αἶα,
  12. ὠκύτατοι Σικελοί, Λιλυβήϊον οἵτε νέμονται
  13. καὶ τρικάρηνον ὄρος ὅθι τοι σκέπας Ἐγκελάδοιο
  14. πυρσοῖς αἰθερίοισιν ἐρευγομένοιο κεραυνοῦ
  15. Σικελικῆς Αἴτνης ἀνεκάχλασεν ἀέναον πῦρ.
  16. κραιπνότεροι Σικελῶν δὲ παρʼ Εὐφρήταο ῥέεθρα
  17. Ἀρμένιοι Πάρθοι τε βαθυπλόκαμοι τελέθουσιν.
  18. ἀλλʼ ἄρα καὶ Πάρθοισι μέγα προφέρουσιν Ἴβηρες,
  19. ὠκυτέροισι πόδεσσι κροαίνοντες πεδίοιο.
  20. κείνοισιν τάχα μοῦνος ἐναντίον ἰσοφαρίζοι