Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἵπποις γὰρ περίαλλα φύσις πόρε τεχνήεσσα
  2. ἡμερίων κραδίην καὶ στήθεσιν αἰόλον ἦτορ·
  3. αἰὲν γινώσκουσιν ἐὸν φίλον ἡνιοχῆα
  4. καὶ χρεμέθουσιν ἰδόντες ἀγακλυτὸν ἡγεμονῆα
  5. καὶ πολέμοισι πεσόντα μέγα στενάχουσιν ἑταῖρον.
  6. ἵππος ἐν ὑσμίνῃ ῥῆξεν ποτὲ δεσμὰ σιωπῆς
  7. καὶ φύσιος θεσμοὺς ὑπερέδραμε καὶ λάβεν ἠχὴν
  8. ἀνδρομέην καὶ γλῶσσαν ὁμοίϊον ἀνθρώποισιν.
  9. ἵππος ἐνυαλίοιο Μακηδονίου βασιλῆος
  10. Βουκεφάλας ὅπλοισιν ἐναντία δηριάασκεν.
  11. ἵππος ἐπʼ ἀνθερίκων ἔθεεν κούφοισι πόδεσσιν,
  12. ἄλλος ὑπὲρ πόντοιο, καὶ οὐ στεφάνην ἐδίηνεν.
  13. ἵππος ὑπὲρ νεφέων Χιμαροκτόνον ἤγαγε φῶτα,
  14. καὶ χρεμέθων ποτὲ πῶλος ὑφʼ ἡνιόχοιο δόλοισι
  15. θήκατο τῶν Περσῶν Ἀσιηγενέων βασιλῆα.
  16. ἔξοχα δʼ αὖ τίουσι φύσιν· τὸ δὲ πάμπαν ἄπυστον
  17. ἐς φιλότητα μολεῖν, τὴν οὐ θέμις· ἀλλὰ μένουσιν
  18. ἄχραντοι μυσέων,[*](μυσῶν MSS.) καθαρῆς τʼ ἐράουσι Κυθείρης.
  19. ἔκλυον ὡς προπάροιθε πολυκτεάνων τις ἀνάκτων
  20. καλὸν ἔχεν πεδίοις ἵππων ἀγελαῖον ὅμιλον·