Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. κραιπνότεροι δὲ πέλουσιν, ὅσῳ μάλα γηράσκουσι.
  2. κείνους εἰς πόλεμον μεγαλήτορα θωρήσσοιο
  3. αἴθωνάς τʼ ἐπὶ θῆρας· ἐπεὶ μάλα θαρσήεντες
  4. ὅπλοις ἀντιάαν, πυκινὴν ῥῆξαί τε φάλαγγα,
  5. θηρσί τʼ ἐνυαλίοισιν ἐναντία δηρίσασθαι.
  6. πῶς μὲν γάρ τε μάχαισιν ἀρήϊος ἔκλυεν ἵππος
  7. ἦχον ἐγερσίμοθον δολιχῶν πολεμήϊον αὐλῶν;
  8. ἤ πῶς ἄντα δέδορκεν ἀκαρδαμύτοισιν[*](vv. ll. ἀσκαρδαμύκτοισιν, ἀσκαρδαμύτοισιν, ἀκαρδαμύκτοισιν.) ὀπωπαῖς
  9. αἰζηοῖσι λόχον πεπυκασμένον ὁπλίτῃσι,
  10. καὶ χαλκὸν σελαγεῦντα, καὶ ἀστράπτοντα σίδηρον,
  11. καὶ μάθεν εὖτε μένειν χρειώ, πότε δʼ αὖτις ὀρούειν,
  12. καὶ μάθεν εἰσαΐειν κρατερῶν σύνθημα λοχαγῶν;
  13. πολλάκι καὶ δῆριν[*](δηΐων most MSS.) ἀνδρῶν ἐπελάσσατο πύργοις
  14. ἤρεμος ἀσπιδόεσσαν ὑπόπτερον, εὖτε βροτοῖσιν
  15. ἀσπὶς ὑπέρ κεφαλῆς ἐπικάρσιον ἀσπίδʼ ἐρείδει,
  16. ὁππότʼ ἐέλδονται δηΐων πόλιν ἐξαλαπάξαι,
  17. καὶ πεδίον τεύχουσι μετήορον, ἑπταβόειον,
  18. δαιδαλέον, πυκινόν, πολυόμφαλον, ἀντία δʼ αἴγλη
  19. χαλκοῦ ἀποθρώσκει φαεθοντιάς, αἶψα δʼ ὀπίσσω
  20. κλινομένης ἀκτῖνος ἀπαστράπτει πολὺς αἰθήρ.