Cynegetica
Oppian of Apamea
Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- τὴν μερόπων οὔπω τις ἑῇς ἐπάτησεν ἀοιδαῖς.
- ο. ἵλαθι, πότνια δῖα, τὰ δʼ ἐν φρεσὶ σῇσι μενοινᾷς,
- ἄμμες ὑφʼ ἡμετέρῃ μεροπηΐδι λέξομεν ἠχῇ.
- α. οὐκ ἐθέλω τριετῆ σε τὰ νῦν Ὀρίβακχον ἀείδειν,
- οὐ χορὸν Ἀονίου παρὰ βένθεσιν Ἀσωποῖο.
- ο. Λείψομεν, ὡς κέλεαι, τὰ Σαβάζια[*](τὰ βάζειν MSS.) νύκτερα θύσθλα·
- δηθάκις ἀμφεχόρευσα Θυωναίῳ Διονύσῳ.
- α. μὴ γένος ἡρώων εἴπῃς, μὴ ναυτίλον Ἀργώ,
- μηδὲ μόθους μερόπων, μή μοι Βροτολοιγὸν ἀείσῃς.
- ο. οὐκ ἐρέω πολέμους, οὐκ Ἄρεος ἔργα κάκιστα·
- ἐφρασάμην Πάρθων τε δύας καὶ Κτησιφόωντα.
- α. ἀμφὶ πόθοις[*](πόθοις Koechly: μόθοις.) ὀλοοῖσιν ἀκὴν ἔχε, λεῖπέ τε κεστούς·
- ἐχθαίρω τὰ λέγουσιν ἀθύρματα Ποντογενείης.
- ο. Ἐκλύομέν σε, μάκαιρα, γάμων ἀμύητον ἐοῦσαν.
- α. μέλπε μόθους θηρῶν τε καὶ ἀνδρῶν ἀγρευτήρων·
- μέλπε γένη σκυλάκων τε καὶ ἵππων αἰόλα φῦλα,
- βουλὰς ὠκυνόους, στιβίης ἐϋκερδέος ἔργα·
- ἔχθεά μοι θήρεια λέγειν, φιλότητας ἀείδειν
- καὶ θαλάμους ἐν ὄρεσσιν ἀδακρύτοιο Κυθείρης
- καὶ τοκετοὺς ἐνὶ θηρσὶν ἀμαιεύτοιο λοχείης.