Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τοῖαι συνθεσίαι Ζηνὸς μεγάλοιο θυγατρός.
  2. ἔκλυον, ἀείδω· βάλλοιμι δʼ ἐπίσκοπον ἠχήν.
  3. ἄλλὰ σύ γʼ, ἀντολίηθεν ἐπʼ Ὠκεανὸν βασιλεύων,
  4. εὔδιον ἀμβροσίῃσιν ὑπʼ ὀφρύσι σῇσι γεγηθώς,
  5. δεξιτερὴν ὀπάσαιο πανίλαον ὀλβοδότειραν
  6. γαίῃ καὶ πολίεσσι καὶ εὐθήροισιν ἀοιδαῖς.
  7. Τριχθαδίην θήρην θεὸς ὤπασεν ἀνθρώποισιν,
  8. ἠερίην χθονίην τε καὶ εἰναλίην ἐρατεινήν·
  9. ἀλλʼ οὐκ ἶσος ἄεθλος· ἐπεὶ πόθεν ἶσα τέτυκται,
  10. ἰχθὺν ἀσπαίροντα βυθῶν ἀπομηρύσασθαι,
  11. καὶ ταναοὺς ὄρνιθας ἀπʼ ἠέρος εἰρύσασθαι,
  12. ἢ θηρσὶν φονίοισιν ἐν οὔρεσι δηρίσασθαι;
  13. οὐ μὲν ἄρʼ οὐδʼ ἁλιῆϊ καὶ οὐκ ἐτὸς ἰξευτῆρι
  14. ἄγρη νόσφι πόνοιο· πόνῳ δʼ ἅμα τέρψις ὀπηδεῖ
  15. μούνη, καὶ φόνος οὔτις· ἀναίμακτοι δὲ πέλονται.
  16. ἤτοι ὁ μὲν πέτρῃσιν ἐφήμενος ἀγχιάλοισι
  17. γυραλέοις δονάκεσσι καὶ ἀγκίστροισι δαφοινοῖς
  18. ἄτρομος ἀσπαλιεὺς ἐπεδήσατο δαίδαλον ἰχθύν·[*](l. 58 is omitted in Aldine (Editio princeps), Venice, 1517.)
  19. τερπωλὴ δʼ , ὅτε χαλκοῦ[*](χαλκὸν MSS.) ὑπαὶ γενύεσσι τορήσας
  20. ὕψι μάλα θρώσκοντα βυθῶν ὕπερ ἀσπαίροντα