Cynegetica

Oppian of Apamea

Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. σοί, μάκαρ, ἀείδω, γαίης ἐρικυδὲς ἔρεισμα,
  2. φέγγος ἐνυαλίων πολυήρατον Αἰνεαδάων,
  3. Αὐσονίου Ζηνὸς γλυκερὸν θάλος, Ἀντωνῖνε·
  4. τὸν μεγάλη μεγάλῳ φιτύσατο Δόμνα Σεβήρῳ,
  5. ὀλβίῳ εὐνηθεῖσα καὶ ὄλβιον ὠδίνασα,
  6. νύμφη ἀριστοπόσεια, λεχὼ δέ τε καλλιτόκεια,
  7. Ἀσσυρίη Κυθέρεια καὶ οὐ λείπουσα Σελήνη,
  8. οὐδὲν ἀφαυρότερον Ζηνὸς Κρονίδαο γενέθλης·
  9. ἑὐμενέοι Τιτὰν Φαέθων καὶ Φοῖβος Ἀπόλλων.
  10. τῷ ῥα πατὴρ μεγάλῃσι πονησάμενος παλάμῃσι[*](v. l. κρατερῇσι.)
  11. δῶκεν ἔχειν πᾶσαν τραφερήν, πᾶσαν δὲ καὶ ὑγρήν.
  12. σοὶ μὲν γὰρ θαλέθουσα κύει πάνδωρος ἄρουρα,
  13. καὶ πάλιν εὐδιόωσα τρέφει κλυτὰ φῦλα θάλασσα·
  14. σοὶ δέ τε πάντα νάουσιν ἀπʼ Ὠκεανοῖο ῥέεθρα,
  15. φαιδρά τε μειδιόωσα θέει κλυτὸς Ἠριγένεια.
  16. τοιγὰρ ἐγὼν ἔραμαι θήρης κλυτὰ δήνἐ ἀεῖσαι.
  17. τοῦτό με Καλλιόπη κέλεται, τοῦτʼ Ἄρτεμις αὐτή.
  18. ἔκλυον, ᾗ θέμις ἐστί, θεείης ἔκλυον ἠχῆς,
  19. καὶ θεὸν ἠμείφθην· πρώτη δέ με τοιάδʼ ἔνισπεν·
  20. α. ἔγρεο, καὶ τρηχεῖαν ἐπιστείβωμεν ἀταρπόν,