Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ξηρὰ δ’ ἐπιλλύζων ὀλοῇ χελλύσσεται ἄτῃ·
- ἀβλεμὲς ἦ γὰρ κεῖνο πέλει βάρος, αὐτὰρ ὃ θυμῷ
- ναυσιόεις ὀλοοῖσιν ὑποτρύει καμάτοισι·
- πολλάκι δ’ ἐν φαέεσσιν ἄλην ἑτερειδέα λεύσσων,
- ἄλλοτε δ’ ὑπναλέος ψύχει δέμας, οὐδ’ ἔτι γυῖα
- ὡς τὸ πάρος δονέει, καμάτῳ δ’ ὑποδάμναται εἴκων.
- Τῷ καὶ πρημαδίης ἢ ὀρχάδος εἶαρ ἐλαίης
- ἢ ἔτι μυρτίνης σχεδίην δεπάεσσιν ὀρέξαις,
- ὄφρ’ ἂν ὀλισθήνασα χέῃ κακὰ φάρμακα νηδύς·
- ἠὲ σύ γ’ οὐθατόεντα διοιδέα μαζὸν ἀμέλξας
- ῥεῖα φέροις, φιαρὴν δὲ ποτοῦ ἀποαίνυσο γρῆυν.
- καί τε σύ γ’ ἢ μαλάχης ῥαδάμους ἢ φυλλάδα τήξας
- χυλῷ ἐνὶ κλώθοντι κακηπελέοντα κορέσσαις.
- πολλάκι σήσαμα κόπτε, πόροις δ’ ἐν νέκταρι καὶ τά·
- ἠὲ σὺ κληματόεσσαν ἐν ὕδατι πλύνεο τέφρην
- θαλπομένην, τὸ δὲ ῥύμμα νεοπλεκέος καλάθοιο
- κόλποις ἰκμήνειας· ὃ γάρ τ’ ἀναδέξεται ἰλύν.
- καί τε κατατριφθέντα μετ’ ἀργήεντος ἐλαίου
- σκλήρ’ ἀπὸ περσείης κάρυα βλάβος οἶον ἐρύξει,
- Περσεὺς ἥν ποτε ποσσὶ λιπὼν Κηφηίδα γαῖαν,