Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- γυῖα καταθρύπτῃσι βιαζομένη πυρὸς αὐγή·
- καί τε βοὸς νέα γέντα περιφλίοντος ἀλοιφῇ
- τηξάμενος κορέσαιο ποτῷ εὐχανδέα νηδύν·
- ναὶ μὴν βαλσάμοιο τότ’ ἐν σταγόνεσσι γάλακτος
- θηλυτέρης πώλοιο χέαις ὀπὸν, ἄλλοτε νύμφαις,
- ἔστ’ ἂν ὑπὲκ φάρυγος χεύῃ παναεργέα δόρπον.
- πολλάκι δ’ ἢ σκίνακος δερκευνέος ἢ ἀπὸ νεβροῦ
- πυετίην τμήξαιο, πόροις δ’ ἐν νέκταρι φύρσας,
- ἄλλοτε καὶ μορέης ἀπὸ ῥίζεα φοινηέσσης,
- ὅλμου ἐνὶ στύπεϊ προβαλὼν καὶ ὁμήρεα κόψας
- οἴνῳ, ἐνεψηθέντα πόροις καμάτοισι μελίσσης,
- καί κεν ἐπικρατέουσαν ἀπεχθέα νοῦσον ἀλάλκοις
- φωτὸς, ὁ δ’ ἀσφαλέεσσι πάλιν μετὰ ποσσὶν ὁδεύοι.
- Δεύτερα δ’ αἰγλήεντος ἐπιφράζευ πόσιν ἐχθρὴν
- κιρναμένην ὀλοοῦ ψιμυθίου, ἢ τε γάλακτι
- πάντοθεν ἀφρίζοντι νέην εἰδήνατο χροιὴν,
- πελλίσιν ἐν γρώνῃσιν ὅτ’ εἴαρι πῖον ἀμέλξαις
- Τοῦ μὲν ὑπὲρ γένυάς τε καὶ ᾗ ῥυσαίνεται οὖλα
- ἀφρὸς ἐπιστύφων ἐμπλάσσεται, ἀμφὶ καὶ ὁλκὸς
- τέτρηχε γλώσσης, νέατος δ’ ὑποκάρφεται ἰσθμός·