Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. αὐχέν’ ἀποτμήξας ἅρπῃ γονόεντα Μεδούσης,
  2. ῥεῖα Μυκηναίῃσιν ἐνηέξησεν ἀρούραις,
  3. Κηφῆος νέα δῶρα, μύκης ὅθι κάππεσεν ἅρπης.
  4. ἄκρον ὑπὸ πρηῶνα Μελανθίδος, ἔνθα τε νύμφη
  5. Λαγγείης πόμα κεῖνο Διὸς τεκμήρατο παιδί.
  6. πολλάκι δ’ ἐνθρύψειας ἐν ὀπταλέῃσιν ἀκοσταῖς
  7. Γερραίης λιβάνοιο χύσιν περιπηγέα θάμνοις·
  8. καί τε σύ γ’ ἢ καρύης ἄπο δάκρυον ἢ ἀταλύμνου
  9. ἢ πτελέης, ὅ τε πολλὸν ἀεὶ καταλείβεται ὄσχαις,
  10. κόμμινά τε χλιόωντι ποτῷ ἐπαρωγέα τήξαις,
  11. ὄφρα τὰ μέν τ’ ἐρύγῃσι, τὰ δ’ ἑψητοῖσι δαμασθεὶς
  12. ἀλθήσῃ ὑδάτεσσιν, ὅτ’ ἰκμήνῃ δέμας ἱδρώς.
  13. καί κεν ὅγ’ ἄλλοτε δόρπα δεδεγμένος, ἄλλοτε δ’ οἴνης
  14. πιοτέρης κορέοιτο, καὶ ἀκλέα πότμον ἀλύξαι.
  15. Μὴ μὲν, κανθαρίδος σιτηβόρου εὖτ’ ἂν ὀδώδῃ,
  16. κεῖνο ποτὸν δέξαιτο, χυτῇ ἐναλίγκια πίσσῃ·
  17. πίσσης γὰρ ῥώθωσιν ἄγει βάρος, ἐν δὲ χαλινοῖς
  18. οἷά τε δὴ καρφεῖα νέον βεβρωμένα κέδρου.
  19. Αἳ δ’ ὁτὲ μὲν πλαδόωντι ποτῷ ἐπὶ χείλεσι δηχμὸν
  20. τεύχουσιν, τοτὲ δ’ αὖτε περὶ στόμα νείατα γαστρός·