Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. κύπρου τε βλαστεῖα νεανθέα, πολλάκι σίδης
  2. πρωτόγονον κυτίνοιο πόροις ἀνθήμονα καρπόν.
  3. [Μὴ μὲν δὴ σμῖλον σὺ κακὴν ἐλατηίδα μάρψαις
  4. Οἰταίην, θανάτοιο πολυκλαύτοιο δότειραν,
  5. ἥν τε καὶ ἐμπλείουσα χαλικροτέρη πόσις οἴνης
  6. οἴη ἐπαλθήσειε παραχρέος, ἡνίκα φωτὸς
  7. ἴσθμια καὶ φάρυγος στεινὴν ἐμφράσσεται οἶμον.]
  8. [Καὶ τὰ μὲν οὖν Νίκανδρος ἑῇ ἐνικάτθετο βίβλῳ
  9. μοχθήεντα μύκητα παρ’ ἀνέρι φαρμακόεντα.
  10. Πρὸς δ’ ἔτι τοῖς, Δίκτυννα τεῆς ἐχθήρατο κλῶνας
  11. Ἥρη τ’ Ἰμβρασίη μούνη στέφος οὐχ ὑπέδεκτο