Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- κάλλεος, οὕνεκα Κύπριν, ὅτ’ εἰς ἔριν ἠέρθησαν
- ἀθάναται, κόσμησεν ἐν Ἰδαίοισιν ὄρεσσι, —
- τῆς σύ γ’ ἀπ’ εὐύδροιο νάπης, εὐαλθὲς ὄνειαρ.
- καρπὸν πορφυρόεντα συναλδέα χειμερίῃσιν
- ἠελίου θαλφθέντα βολαῖς δοίδυκι λεήνας
- χυλὸν ὑπὲκ λεπτῆς ὀθόνης ἢ σχοινίδι κύρτῃ
- ἐκθλίψαντα πορεῖν κυάθου κοτυληδόνα πλήρη
- ἢ πλεῖον, πλεῖον γὰρ ὀνήιον· — οὐ γὰρ ἀνιγρὸν
- πῶμα βροτοῖς·— τόδε γάρ τε καὶ ἄρκιον, αἴκε πίῃσθα.]
- Καί κ’ ἔνθ’ ὑμνοπόλοιο καὶ εἰσέτι Νικάνδροιο
- μνῆστιν ἔχοις, θεσμὸν δὲ Διὸς ξενίοιο φυλάσσοις.