Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἀνέρας ἀπροφάτοισιν ἐνιπλήσσων ὀδύνῃσιν.
- οὐ μὲν τῶν γ’ οὔρων ἄνυται ῥύσις, ἀμφὶ δὲ γυῖα
- πίμπραται, αὐτάρ που μολίβῳ εἰδήνατο χροιή.
- Τῷ δ’ ὁτὲ μὲν σμύρνης ὀδελοῦ πόρε διπλόον ἄχθος,
- ἄλλοτε δ’ ὁρμίνοιο νέην χύσιν, ἄλλοτε κόψαις
- οὐρείην ὑπέρεικον, ὅθ’ ὑσσώπου ὀροδάμνους,
- πολλάκι δ’ ἀγριόεντα κράδην, σπέραδός τε σελίνου
- Ἴσθμιον, ᾧ θ’ ὑπὸ κοῦρον ἀλίβλαπτον Μελικέρτην
- Σισυφίδαι κτερίσαντες ἐπηέξησαν ἀέθλους.
- ἠὲ σύ γ’ ἐν πέπεριν ῥυτῇ συνομήρεα φώξας
- οἴνῳ ἐνιτρίψαιο, κακῆς δ’ ἀπερύκεο νούσου,