Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἀνέρα θερμάσσαιο, χέαι δ’ ἀπὸ νήχυτον ἱδρῷ·
  2. καί τε καὶ αὐξηρῶν δονάκων ἀπὸ ῥίζεα κόψας
  3. οἴνῃ ἐπεγκεράσαιο, τὰ δή ῥ’ ὑποτέτροφε λίμνη
  4. οἰκείη, τόθι λεπτὰ διὲκ πόσιν ἑρπετὰ νήχει,
  5. ἠὲ φιλοζώοιο κυπειρίδος ἠὲ κυπείρου,
  6. αὐτόν τ’ ἠνεκέεσσι τρίβοις πανάπαστον ἐδωδῆς
  7. καὶ πόσιος ξήραινε, κατατρύσαιο δὲ γυῖα.
  8. Ἐχθραλέον δέ σε μή τι λιθάργυρος ἀλγινόεσσα
  9. λήσειεν τότε γαστρὶ πέσῃ βάρος, ἀμφὶ δὲ μέσσον
  10. πνεύματ’ ἀνειλίσσοντα κατ’ ὀμφάλιον βρομέῃσιν,
  11. οἷά περ εἰλίγγοιο δυσαλθέος, ὅς τε δαμάζει