Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- λιμναίης φρύνης πολυαλγέος, ἥ τ’ ἐνὶ φύκει
- πρῶτον ἀπαγγελέουσα βοᾷ θυμάρμενον εἶαρ.
- αὐτὰρ ὅ γ’ ἄφθογγός τε καὶ ἐν δονάκεσσι θαμίζων
- πολλάκι μὲν πύξοιο χλόον κατεχεύατο γυίοις,
- ἄλλοτε δ’ ὑγραίνει χολόεν στόμα· καί ποτε λυγμοὶ
- ἀνέρα καρδιόωντα θαμειότεροι κλονέουσι·
- δὴν δὲ κατικμάζων ἄγονον σπόρον ἄλλοτε φωτὸς,
- πολλάκι θηλυτέρης σκεδάων γυίοισι τέλεσκε.
- ναὶ μὴν τοῖς ὁτὲ νέκταρ ἀφυσγετὸν ἐν δεπάεσσι
- χεύαις, εἰς ἔμετον δὲ καὶ οὐ χατέοντα πελάζοις,
- ἠὲ πίθου φλογιῇ θάλψας κύτος αἰὲν ἐναλθῆ