Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- θάλπε βαλὼν χύτρῳ σκαμμώνιον. οἷσι κορέσκοις
- ἀνέρα, καὶ θανάτοιο πέλας βεβαῶτα σαώσεις.
- Ἤν γε μὲν ἐκ φρυνοῖο θερειομένου ποτὸν ἴσχῃ
- ἢ ἔτι καὶ κωφοῖο λαχειδέος, ὃς ποτὶ θάμνοις
- εἴαρι προσφύεται μορόεις λιχμώμενος ἔρσην, —
- τῶν ἤτοι θερόεις μὲν ἄγει χλόον ἠύτε θάψου,
- γυῖα δὲ πίμπρησιν, τὸ δὲ συνεχὲς ἀθρόον ἄσθμα
- δύσπνοον ἐκφέρεται, παρὰ χείλεσι δ’ ἐχθρὸν ὄδωδεν.
- ἀλλὰ σὺ τῷ βατράχοιο καθεφθέον ἠὲ καὶ ὀπτὴν
- σάρκα πόροις, ὁτὲ πίσσαν ἐν ἡδέι μίγμενος οἴνῃ·
- καί τε σπλὴν ὀλοοῖο κακὸν βάρος ἤρκεσε φρύνης,