Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. αὐδήεσσαν ἔθηκεν ἀναύδητόν περ ἐοῦσαν
  2. Ἑρμείης· σαρκὸς γὰρ ἀπ’ οὖν νόσφισσε χέλειον
  3. αἰόλον, ἀγκῶνας δὲ δύω παρετείνατο πέζαις.
  4. καί τε σύ γ’ ἢ γερύνων λαιδροὺς δαμάσαιο τοκῆας,
  5. ἄμμιγα δὲ ῥίζας ἠρυγγίδας, ἢ καὶ ἐπαρκὲς
  6. θάλπε βαλὼν χύτρῳ σκαμμώνιον. οἷσι κορέσκοις
  7. ἀνέρα, καὶ θανάτοιο πέλας βεβαῶτα σαώσεις.
  8. Ἤν γε μὲν ἐκ φρυνοῖο θερειομένου ποτὸν ἴσχῃ
  9. ἢ ἔτι καὶ κωφοῖο λαχειδέος, ὃς ποτὶ θάμνοις
  10. εἴαρι προσφύεται μορόεις λιχμώμενος ἔρσην, —
  11. τῶν ἤτοι θερόεις μὲν ἄγει χλόον ἠύτε θάψου,
  12. γυῖα δὲ πίμπρησιν, τὸ δὲ συνεχὲς ἀθρόον ἄσθμα
  13. δύσπνοον ἐκφέρεται, παρὰ χείλεσι δ’ ἐχθρὸν ὄδωδεν.
  14. ἀλλὰ σὺ τῷ βατράχοιο καθεφθέον ἠὲ καὶ ὀπτὴν
  15. σάρκα πόροις, ὁτὲ πίσσαν ἐν ἡδέι μίγμενος οἴνῃ·
  16. καί τε σπλὴν ὀλοοῖο κακὸν βάρος ἤρκεσε φρύνης,
  17. λιμναίης φρύνης πολυαλγέος, ἥ τ’ ἐνὶ φύκει
  18. πρῶτον ἀπαγγελέουσα βοᾷ θυμάρμενον εἶαρ.
  19. αὐτὰρ ὅ γ’ ἄφθογγός τε καὶ ἐν δονάκεσσι θαμίζων
  20. πολλάκι μὲν πύξοιο χλόον κατεχεύατο γυίοις,