Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. ἄλλοτε δ’ ὑγραίνει χολόεν στόμα· καί ποτε λυγμοὶ
  2. ἀνέρα καρδιόωντα θαμειότεροι κλονέουσι·
  3. δὴν δὲ κατικμάζων ἄγονον σπόρον ἄλλοτε φωτὸς,
  4. πολλάκι θηλυτέρης σκεδάων γυίοισι τέλεσκε.
  5. ναὶ μὴν τοῖς ὁτὲ νέκταρ ἀφυσγετὸν ἐν δεπάεσσι
  6. χεύαις, εἰς ἔμετον δὲ καὶ οὐ χατέοντα πελάζοις,
  7. ἠὲ πίθου φλογιῇ θάλψας κύτος αἰὲν ἐναλθῆ
  8. ἀνέρα θερμάσσαιο, χέαι δ’ ἀπὸ νήχυτον ἱδρῷ·
  9. καί τε καὶ αὐξηρῶν δονάκων ἀπὸ ῥίζεα κόψας
  10. οἴνῃ ἐπεγκεράσαιο, τὰ δή ῥ’ ὑποτέτροφε λίμνη
  11. οἰκείη, τόθι λεπτὰ διὲκ πόσιν ἑρπετὰ νήχει,
  12. ἠὲ φιλοζώοιο κυπειρίδος ἠὲ κυπείρου,
  13. αὐτόν τ’ ἠνεκέεσσι τρίβοις πανάπαστον ἐδωδῆς
  14. καὶ πόσιος ξήραινε, κατατρύσαιο δὲ γυῖα.
  15. Ἐχθραλέον δέ σε μή τι λιθάργυρος ἀλγινόεσσα
  16. λήσειεν τότε γαστρὶ πέσῃ βάρος, ἀμφὶ δὲ μέσσον
  17. πνεύματ’ ἀνειλίσσοντα κατ’ ὀμφάλιον βρομέῃσιν,
  18. οἷά περ εἰλίγγοιο δυσαλθέος, ὅς τε δαμάζει
  19. ἀνέρας ἀπροφάτοισιν ἐνιπλήσσων ὀδύνῃσιν.
  20. οὐ μὲν τῶν γ’ οὔρων ἄνυται ῥύσις, ἀμφὶ δὲ γυῖα