Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. δάμνανται, βαρύθων δὲ κακὸς τρόμος ἅψεα λύει·
  2. οἳ δὲ περισφαλόωντες ἅτε βρέφος ἑρπύζουσι
  3. τετραποδί· νοεραὶ γὰρ ἀπὸ φρένες ἀμβλύνονται·
  4. σάρκα δ’ ἐπιτροχόωσαι ἀολλέες ἄκρα πελιδναὶ
  5. σμώδιγγες στίζουσι κεδαιομένης κακότητος.
  6. Τῷ δὲ σὺ πολλάκι μὲν πεύκης ἀπὸ δάκρυ’ ἀμέρξας
  7. τενθρήνης ἀναμίγδα πόροις ἐν πίοσιν ἔργοις·
  8. ἠὲ χαμαιπίτυος βλαστήμονος ἄμμιγα κώνοις
  9. φύλλα καθεψήσειας, ὅσους ἐθρέψατο πεύκη·
  10. ἄλλοτε δὲ σπέραδος κνίδης μυλοεργέι μίσγων
  11. τερσαίνοις ὀρόβοιο παλήματι· καί ποτε κνίδην
  12. ἑψαλέην κρίμνοισι παλυνάμενος ψαθυροῖσιν
  13. εὖ λίπεϊ χραίνοιο, βορῆς δ’ ἀέκοντα κορέσκοις.
  14. ναὶ μὴν ῥητίνη τε καὶ ἱερὰ ἔργα μελίσσης
  15. ῥίζα τε χαλβανόεσσα καὶ ὤεα θιβρὰ χελύνης
  16. ἀλθαίνει, τοτὲ νέρθε πυρὸς ζαφέλοιο κεραίης
  17. [ἀλθαίνει καὶ γέντα συὸς φλιδόωντος ἀλοιφῇ]
  18. ἀμμίγδην ἁλίοιο καθεψηθέντα χελύνης
  19. γυίοις, ἥ τ’ ἀκιρῇσι διαπλώει πτερύγεσσιν,
  20. ἄλλοτε δ’ οὐρείης κυτισηνόμου, ἥν τ’ ἀκάκητα