Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. Μὴ μὲν δὴ ζύμωμα κακὸν χθονὸς ἀνέρα κήδοι
  2. πολλάκι μὲν στέρνοισιν ἀνοιδέον, ἄλλοτε δ’ ἄγχον,
  3. εὖθ’ ὑπὸ φωλεύοντα τραφῇ βαθὺν ὁλκὸν ἐχίδνης,
  4. ἰὸν ἀνικμαῖνον στομίων τ’ ἀποφώλιον ἄσθμα.
  5. κεῖνο κακὸν ζύμωμα, τὸ δὴ ῥ’ ὑδέουσι μύκητας
  6. παμπήδην, ἄλλῳ γὰρ ἐπ’ οὔνομα κέκριται ἄλλο.
  7. Ἀλλὰ σύ γ’ ἢ ῥαφάνοιο πόροις σπειρώδεα κόρσην.
  8. ἢ ῥυτῆς κλώθοντα περὶ σπάδικα κολούσας,
  9. πολλάκι καὶ χαλκοῖο πάλαι μεμογηότος ἄνθην·
  10. ἄλλοτε κληματόεσσαν ἐν ὄξεϊ θρύπτεο τέφρην·
  11. δήποτε ῥιζάδα τρῖβε πυρίτιδα βάμματι χραίνων
  12. ἢ λίτρον, τοτὲ φύλλον ἐναλδόμενον πρασιῇσι
  13. καρδαμίδος, Μῆδόν τε καὶ ἐμπρίοντα σίνηπυν.
  14. σὺν δὲ καὶ οἰνηρὴν φλογιῇ τρύγα τεφρώσαιο
  15. ἠὲ πάτον στρουθοῖο κατοικάδος· ἐκ δὲ βαρεῖαν
  16. χεῖρα κατεμματέων ἐρύγοι λωβήμονα κῆρα.
  17. Ἢν δὲ λιπορρίνοιο ποτὸν δυασάλυκτον ἰάψῃ
  18. φαρμακίδος σαύρης πανακηδέος, ἣν σαλαμάνδρην
  19. κλείουσιν, τὴν οὐδὲ πυρὸς λωβήσατο λιγνύς,
  20. αἶψα μὲν ἐπρήσθη γλώσσης βάθος, ἂψ δ’ ὑπὸ μάλκης