Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- ἢ ὅθ’ ὑπὸ ζοφερῆς νυκτὸς κεκαλυμμένος αὐγὰς
- ἀφραδέως κρωσσοῖο κατακλίνας ποτὸν ἴσχῃ
- χείλεσι πρὸς χείλη πιέσας, τὸ δὲ λαιμὸν ἀμείψῃ
- κνώδαλον ἀκροτάτοισιν ἐπιπλῶον ὑδάτεσσι,
- τὰς μὲν ἵνα πρώτιστον ὀχλιζόμενος ῥόος ὤσῃ,
- ἀθρόα προσφύονται ἀμελγόμεναι χροὸς αἷμα,
- ἄλλοτε μέν τε πύλῃσιν ἐφήμεναι, ἔνθα τε πνεῦμα
- αἰὲν ἀθροιζόμενον στεινοῦ διαχεύεται ἰσθμοῦ,
- ἄλλοτε δὲ στομίοισι πέριξ ἐπενήνοθε γαστρὸς
- ἀνέρα πημαίνουσα, νέην δ’ ἐπενείματο δαῖτα.
- Τῷ σὺ τότ’ ἐν δεπάεσσι κεραιόμενον ποτὸν ὄξευς
- νείμειας, ποτὲ δαῖτα συνήρεα χιονόεσσαν,
- πολλάκι κρυστάλλοιο νέον βορέαο παγέντος.
- ἠὲ σὺ γυρώσαιο καθαλμέα βώλακα γαίης
- ναιομένην, θολερὴν δὲ πόσιν μενοεικέα τεῦχε·
- ἢ αὐτὴν ἅλα βάπτε, τότ’ ἠελίοισι δαμάζων
- εἶθαρ ὀπωρινοῖσι, τότ’ ἠνεκὲς ἐν φλογὶ θάλψας·
- πολλάκι δ’ ἢ ἅλα πηκτὸν ὁμιλαδὸν ἢ ἁλὸς ἄχνην
- ἐμπίσαις, τήν τ’ αἰὲν ἀνὴρ ἁλοπηγὸς ἀγείρει
- νειόθ’ ὑφισταμένην, ὁπόθ’ ὕδασιν ὕδατα μίξῃ.