Alexipharmaca
Nicander of Colophon
Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
- πᾶς δὲ παρὰ δρακέεσσι φανεὶς ἐχθαίρεται ἔλλοψ,
- αὐτὰρ ὃ ναυσιόεις ἁλίην ἀπεμύξατο δαῖτα.
- Τῷ μὲν Φωκήεσσαν ἅλις πόσιν ἐλλεβόροιο
- νείμειας, τοτὲ δάκρυ νεοβλάστοιο κάμωνος,
- ὄφρα ποτὸν νέποδός τε κακοῦ ἐκ φύρματα χεύῃ·
- ἄλλοτε βρωμήεντος ἀμελγόμενος γάλα πίνοι
- ἠὲ χύτρῳ τήξας μαλάχης λιπόωντας ὀράμνους·
- καί ποτε κεδρινέης πελάνου βάρος ἔμμορε πίσσης·
- βρύκοι δ’ ἄλλοτε καρπὸν ἅλις φοινώδεα σίδης
- Κρησίδος, οἰνωπῆς τε καὶ ἣν Προμένειον ἔπουσι,
- σὺν δὲ καὶ Αἰγινῆτιν, ὅσαι τὰ σκληρέα κάρφη
- φοίνι’ ἀραχνήεντι διαφράσσουσι καλύπτρῃ·
- ἄλλοτε δ’ οἰνοβρῶτα βορὴν ἐν κυρτίδι θλίψαις
- ὡς εἴ περ νοτέουσαν ὑπὸ τριπτῆρσιν ἐλαίην.
- Ἤν δέ τις ἀζαλέῃ πεπιεσμένος αὐχένα δίψῃ
- ἐκ ποταμοῦ ταυρηδὸν ἐπιπροπεσὼν ποτὸν ἴσχῃ
- λεπτὰ διαστείλας παλάμῃ μνιώδεα θρῖα,
- τῷ μέν τε ῥοιζηδὰ φιλαίματος ἐμπελάουσα
- ῥύμῃ ἅλις προὔτυψε ποτοῦ μέτα χήτεϊ βρώμης
- βδέλλα πάλαι λαπαρή τε καὶ ἱμείρουσα φόνοιο·