Alexipharmaca

Nicander of Colophon

Nicander of Colophon. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

  1. τοῦ δ’ ἤτοι λοπίδων μὲν ἰδὲ πλύματος πέλει ὀδμὴ,
  2. γευθμὸς δ’ ἰχθυόεις νεπόδων ἅτε σαπρυνθέντων
  3. ἠὲ καὶ ἀρρύπτων, ὁπόταν λοπὶς αὐξίδα χραίνῃ.
  4. ὅς δ’ ἤτοι ῥυπόεις μὲν ὑπ’ ὀστλίγγεσσιν ἀραιαῖς
  5. τευθίδος ἐμφέρεται νεαλὴς γόνος ἢ ἀπὸ τεύθου,
  6. οἷά τε σηπιάδος φυξήλιδος, ἥ τε μελαίνει
  7. οἶδμα χολῇ δολόεντα μαθοῦσ’ ἀγρώστορος ὁρμήν.
  8. Τῶν ἤτοι ζοφόεις μὲν ἐπὶ χλόος ἔδραμε γυίοις
  9. ἰκτερόεις, σάρκες δὲ περὶ σταλάδην μινύθουσι
  10. τηκόμεναι, ὅ δὲ δόρπα κατέστυγεν· ἄλλοτε ῥινὸς
  11. ἄκρον ἐποιδαίνων σφυρὰ πίμπραται, ἀμφὶ δὲ μήλοις